Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 7.78 | Joseph. BJ 7.85 (English) | >>Joseph. BJ 7.91 |
7.82πολλοῦ δὲ μέρους ἤδη τῶν Γερμανῶν τὴν ἀποστασίαν ἀνωμολογηκότος καὶ τῶν ἄλλων οὐκ ἄνδιχα φρονησάντων , ὥσπερ ἐκ δαιμονίου προνοίας Οὐεσπασιανὸς πέμπει γράμματα Πετιλίῳ Κερεαλίῳ τὸ πρότερον ἡγεμόνι Γερμανίας γενομένῳ , τὴν ὕπατον διδοὺς τιμὴν καὶ κελεύων ἄρξοντα Βρεττανίας ἀπιέναι .
7.83πορευόμενος οὖν ἐκεῖνος ὅποι προσετέτακτο καὶ τὰ περὶ τὴν ἀπόστασιν τῶν Γερμανῶν πυθόμενος , ἤδη συνειλεγμένοις αὐτοῖς ἐπιπεσὼν καὶ παραταξάμενος πολύ τε πλῆθος αὐτῶν ἀναιρεῖ κατὰ τὴν μάχην καὶ τῆς ἀνοίας παυσαμένους ἠνάγκασε σωφρονεῖν .
7.84ἔμελλον δὲ κἀκείνου μὴ θᾶττον εἰς τοὺς τόπους παραβαλόντος δίκην οὐκ εἰς μακρὰν ὑφέξειν ·
7.85ἡνίκα γὰρ πρῶτον ἡ τῆς ἀποστάσεως αὐτῶν ἀγγελία τῇ Ῥώμῃ προσέπεσε , Δομετιανὸς Καῖσαρ πυθόμενος οὐχ ὡς ἂν ἕτερος ἐν τούτῳ τῆς ἡλικίας , νέος γὰρ ἦν ἔτι παντάπασιν , τηλικοῦτον ἄρασθαι μέγεθος πραγμάτων ὤκνησεν ,
7.86ἔχων δὲ πατρόθεν ἔμφυτον τὴν ἀνδραγαθίαν καὶ τελειοτέραν τὴν ἄσκησιν τῆς ἡλικίας πεποιημένος ἐπὶ τοὺς βαρβάρους εὐθὺς ἤλαυνεν .
7.87οἱ δὲ πρὸς τὴν φήμην τῆς ἐφόδου καταπεσόντες ἐπʼ αὐτῷ σφᾶς αὐτοὺς ἐποιήσαντο μέγα τοῦ φόβου κέρδος εὑράμενοι τὸ χωρὶς συμφορῶν ὑπὸ τὸν αὐτὸν πάλιν ζυγὸν ὑπαχθῆναι .
7.88πᾶσιν οὖν ἐπιθεὶς τοῖς περὶ τὴν Γαλατίαν τάξιν
-- --
Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 7.78 | Joseph. BJ 7.85 (English) | >>Joseph. BJ 7.91 |